Ancient Greek
Fragment 17
Hippolytus Scr. Eccl., Fragmentum in Matthaeum 6.11 [Sp.] 17
Not analysed yet
Ἀνωνύμου. Διὰ τοῦτο ζητεῖν προσετάχθημεν τὸ πρὸς τήρησιν ἐξαρκοῦν τῆς σωματικῆς οὐσίας, οὐ τρυφήν, ἀλλὰ τροφήν, τὸ ἐλλεῖπον ἀναπληροῦσαν τοῦ σώματος, καὶ τὴν ἐκ τοῦ λιμοῦ κωλύουσαν θάνατον· οὐ τραπέζας φλεγμαινούσας καὶ εἰς ἡδονὰς ἐκμαινούσας, οὐδ' ὅσα σκιρτᾶν τὸ σῶμα κατὰ τῆς ψυχῆς παρασκευάζει, ἀλλ' „ἄρτον“, καὶ τοῦτον οὐκ εἰς πολὺν ἐτῶν ἀριθμόν, ἀλλὰ τὸν „σήμερον“ ἡμῖν ἀρκοῦντα.