Ancient Greek
Fragment 1
Hippolytus Scr. Eccl., In Ecclesiasten (fragmentum e cod. Vat. 1694) 1
Not analysed yet
Ἑρμηνεία. Ἱππολύτου. Τῆς ἐπιθυμίας εἰς πέρας ἀγομένης ἐπὶ τοῖς μόχθοις τοῖς δι' αὐτὴν γενομένοις ηὐφραίνετο καὶ τοῦτο ηὕρισκε μερίδα καὶ κλῆρον τὴν ἀπόλαυσιν· „μόχθον“ οὖν(?) οὐ μόνον τὴν φιλοπονίαν αὐτοῦ, ἀλλὰ καὶ τὸν πρὸς ἀρετὴν πόνον λέγει. οἷον οἱ μοχθοῦντες „εὐφραίνονται τῇ καρδίᾳ“ οὐ μόνον δι' ὁράσεων καὶ ἀποκαλύψεων, ἀλλὰ καὶ δι' ἀγγέλων θεοῦ μυούμενοι τά τε ἑαυτοῖς καὶ τοῖς ἐν τῷ κόσμῳ συμβήσεσθαι μέλλοντα.