Ancient Greek
Fragment 1
Hippolytus Scr. Eccl., In principium Isaiae 1
Not analysed yet
Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου) ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ἀρχὴν τοῦ Ἡσαΐου. „Αἰγύπτῳ“ μὲν τὸν κόσμον ἀπείκασεν, „χειροποιήτοις“ δὲ τὴν εἰδωλολατρίαν, „σεισμῷ“ δὲ τὴν μετανάστασιν καὶ κατάλυσιν αὐτῆς· „κύριον“ δὲ τὸν λόγον· „νεφέλην δὲ κούφην“ τὸ καθαρώτατον σκῆνος, εἰς ὃ ἐνθρονισθεὶς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰσῆλθεν εἰς τὸν βίον σεῖσαι τὴν πλάνην.