Ancient Greek
Page 275
Hippolytus Scr. Eccl., Narratio de virgine Corinthiaca [Dub.] 275
Not analysed yet
Διήγησις Ἱππολύτου τοῦ γνωρίμου τῶν ἀποστόλων. Ἐν ἄλλῳ βιβλίῳ παλαιοτάτῳ ἐπιγεγραμμένῳ Ἱππολύτου τοῦ γνωρίμου τῶν ἀποστόλων εὗρον διήγημα τοιοῦτον· ὅτι Εὐγενεστάτη τις καὶ ὡραιοτάτη παρθένος ὑπῆρχεν ἐν Κορίνθῳ πόλει ἀσκουμένη εἰς τὴν παρθενίαν. ταύτην κατ' ἐκεῖνο καιροῦ διέβαλλον τῷ τότε δικάζοντι Ἕλληνι ὄντι κατὰ τὸν καιρὸν τῶν διωκτῶν, ὡς βλασφημοῦσαν καὶ τοὺς καιροὺς καὶ τοὺς βασιλεῖς καὶ δυσφημοῦσαν τὰ εἴδωλα. προσεπῄνουν δὲ τὸ ταύτης κάλλος οἱ περὶ τὰ τοιαῦτα κάπηλοι. γυναικομανὴς οὖν ὑπάρχων ὁ δικαστὴς ἡδέως ἐδέξατο τὴν διαβολὴν τοῖς ἱππικοῖς ὠτίοις. καὶ ὡς πᾶσαν κατ' αὐτὴν μηχανὴν κινήσας πεῖσαι τὴν ἄνθρωπον οὐκ ἠδυνήθη, τότε ἀπομανεὶς πρὸς αὐτὴν τιμωρίᾳ μὲν οὐ παρέδωκε βασάνων, ἀλλὰ στήσας αὐτὴν εἰς πορνεῖον ἐνετείλατο τῷ νέμοντι ταύτην λέγων ὅτι Δέξαι ταύτην ἡμερήσιά μοι τρία νομίσματα