Ancient Greek
Page 277
Hippolytus Scr. Eccl., Narratio de virgine Corinthiaca [Dub.] 277
Not analysed yet
νάτου. καὶ ἀπελθὼν τῷ σχήματι τῆς ἀκολασίας εἰσέρχεται βαθεῖαν ἑσπέραν πρὸς τὸν τρέφοντα ταύτας καὶ δίδωσιν αὐτῷ πέντε νομίσματα καὶ λέγει αὐτῷ· Συγχώρησόν μοι μεῖναι τὴν νύκτα ταύτην μετ' αὐτῆς. εἰσελθὼν οὖν εἰς τὸν ἀπόκρυφον οἶκον λέγει αὐτῇ· Ἀνάστα, σῶσον σεαυτήν. καὶ ἐκδύσας καὶ μεταμφιάσας αὐτὴν τοῖς ἰδίοις ἱματίοις τοῖς τε καμισίοις καὶ τῇ χλαμύδι καὶ τοῖς ἀνδρείοις πᾶσι λέγει αὐτῇ· Τῷ ἄκρῳ τῆς χλαμύδος περικαλυψαμένη ἔξελθε. καὶ οὕτω σφραγισαμένη καὶ ἐξελθοῦσα ἄφθορος καὶ ἀμίαντος διασέσωσται. τῇ οὖν ἄλλῃ ἡμέρᾳ γνωσθέντος τοῦ δράματος παρεδόθη ὁ Μαγιστριανὸς τῷ δικαστῇ καὶ ἐβλήθη θηρίοις, ἵνα καὶ ἐν τούτῳ ὁ δαίμων καταισχυνθῇ, ὅτι διπλοῦς ἐγένετο μάρτυς καὶ ὑπὲρ ἑαυτοῦ καὶ ὑπὲρ τῆς μακαρίας καὶ φιλοπαρθένου ἐκείνης.