Ancient Greek · ~3 min
BIBAION Ε΄, Chapter 10
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 10.2-2
Not analysed yet
νόμος ἦν γενικός τοῦ παντὸς ὁ πρωτότοκος νόος· ὁ δὲ δεύτερος ἦν τοῦ πρωτοτόκου τὸ χυθὲν χάος. τριτάτη ψυχὴ δ᾿ †ἔλαβεν ἐργαζομένην νόμον, διὰ τοῦτο ἔλαφον μορφὴν περικειμένη κοπιᾷ θανάτῳ μελέτημα κρατουμένη· ποτὲ <μὲν> βασίλειον ἔχουσα βλέπει τὸ ποτὲ δ’ εἰς ἐλεείν᾿ ἐκριπτομένη κλάει, †ποτὲ δὲ κλαίεται χαίρει, †ποτὲ δὲ κλαίει κρίνεται, †ποτὲ δὲ κρίνεται θνῄσκει, ποτὲ δὲ γίνεται κἀνέξοδος ἡ μελέα κακῶν λαβύρινθον ἐσῆλθε πλανωμένη. εἶπεν δ’ Ἰησοῦς· ἐσόρα πάτερ· ζήτημα κακῶν <τόδ’> ἐπὶ ἀπὸ σῆς πνοϊῆς ἐπιπλάζεται. ζητεῖ δὲ φυγεῖν τὸ πικρὸν χάος, καὶ οὐκ οἶδεν <ὅ>πως τούτου με χάριν πέμψον, πάτερ· σφραγῖδας ἔχων καταβήσομαι, αἰῶνας ὅλους διοδεύσω, μυστήρια πάντα δ᾿ ἀνοίξω, μορφὰς δὲ θεῶν ἐπιδείξω· κω·] τὰ κεκρυμμένα τῆς ἁγίας ὁδοῦ, γνῶσιν καλέσας, παραδώσω.