Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 11
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 11.1-3
Not analysed yet
Ταύτα μὲν οὐν οἱ Ναασσηνοὶ ἐπιχειροῦσιν, ἑαυτοὺς γνωστικοὺς ὀνομάζοντες. ἀλλ᾿ ἐπεὶ πολυκέφαλός ἐστιν ἡ πλάνη καὶ πολυσχιδὴς ὡς ἀληθῶς ἱστορουμένη ὕδρα, κατὰ μίαν ταύτης κεφαλὴν πατάξαντες διὰ τοῦ ἐλέγξαι, τῇ τῆς ἀληθείας ῥάβδῳ χρησάμενοι ἅπαν τὸ θηρίον ἀναιρήσομεν· οὐδὲ γὰρ αἱ λοιπαὶ αἱρέσεις πολὺ ταύτης ἀπεμφαίνουσι, συνεχόμεναι ἑνὶ πλάνης πνεύματι. ἀλλ’ ἐπειδὴ τὰ ῥήματα καὶ τὰ ὀνόματα τοῦ ὄφεως ἐνδιαλλάξαντες πολλὰς εἶναι κεφαλὰς τοῦ ὄφεως ἠθέλησαν, οὐδὲ οὕτως ἐνδεήσομεν διελέγξαι ὡς βούλονται.