Ancient Greek
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter 10
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 10.2-4
Not analysed yet
ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, φησίν, ἔνεστι καὶ ἐκ τοῦ Ἰὼβ κατανοῆσαι λέγοντος· »καὶ ἐγὼ πλανῆτις καὶ τόπον ἐκ τόπων μεταβαίνουσα καὶ οἰκίαν ἐξ οἰκίας«, καὶ τοῦ σωτῆρος λέγοντος· »καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω« —,ἀπὸ δὲ τοῦ σωτῆρος μετενσωμάτωσις πέπαυται, πίστις δὲ κηρύσσεται εἰς ἄφεσιν ἁμαρτιῶν τοιοῦτόν τινα τρόπον·