Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter 10
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 10.3-2
Not analysed yet
ὁ μονογενὴς υἱὸς ἐκεῖνος ὁ τῶν αἰώνων ἄνωθεν τὰς ἰδέας βλέπων τὰς ἄνωθεν μεταβαλλομένας ἐν τοῖς σκοτεινοῖς σώμασι ῥύσασθαι κατελθὼν ἡθέλησεν. εἰδὼς δέ, ὅτι τὸ πλήρωμα τῶν ὅλων αἰώνων οὐδὲ οἱ αἰῶνες οἱ] ἀθρόον ἰδεῖν ὑπομένουσιν, ἀλλὰ καταπλαγέντες οἱ φθαρτοὶ φθορὰν ὑπομένουσι, μεγέθει καὶ δόξῃ δυνάμεως κατειλημμένοι, συστείλας ἑαυτὸν ὡς ἀστραπὴν μεγίστην ἐν ἐλαχίστῳ σώματι, μᾶλλον δὲ ὡς φῶς ὄφεως ὑπὸ τοῖς βλεφάροις συνεσταλμένον ἐξικνεῖται μέχρις οὐρανοῦ καὶ τῶν ἀστέρων ἐπιψαῦσαν τῶν ἐκεῖ πάλιν ἑαυτὸ συστέλλειε ὑπὸ τοῖς βλεφάροις τῆς ὄφεως ὅτε βούλεται·