Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 10
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 10.3
Not analysed yet
οὐ γὰρ πιθανὸν οὐδὲ δυνατὸν ἄλογά τε καὶ ἔξω συμφωνιῶν καὶ ἐναρμονίων λόγων εἶναι αὐτῶν τὰ ἀποστήματα, πλὴν ἴσως σελήνης μόνης ἐκ τῶν λείψεων καὶ τῆς σκιᾶς τῆς γῆς περὶ ἧς μόνης καὶ πιστεύσαι τις ἂν Ἀρχιμήδῃ ἀποστάσεως, τουτέστι τῆς σεληνιακῆς ἀπὸ γῆς· ταύτην δὲ λαβοῦσι ῥᾴδιον ἔσται κατὰ τὸ Πλατωνικὸν αὔξοντα κατὰ τὸ διπλάσιον καὶ τριπλάσιον, ὡς ἀξιοῖ Πλάτων, καὶ τὰ λοιπὰ ἀποστήματα ἀριθμῷ περιλαβεῖν.