Ancient Greek · ~5 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 10
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 10.4
Not analysed yet
εἰ δὴ κατὰ τὸν Ἀρχιμήδην ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς ἡ σελήνη ἀφέστηκε σταδίων μυρι φνδ σταδίους δρλ, ῥᾴδιον τούτους τοὺς ἀριθμοὺς αὔξοντας κατὰ τὸ διπλάσιον καὶ τριπλάσιον καὶ τὰ τῶν λοιπῶν εὑρεῖν διαστήματα, ὡς μιᾶς μοίρας λαμβανομένης τοῦ τῶν σταδίων ἀριθμοῦ οὓς ἡ σελήνη τῆς γῆς ἀφέστηκεν. ὅτι δὲ οἱ λοιποὶ ἀριθμοὶ οἱ ὑπ’ Ἀρχιμήδους περὶ τῆς ἀποστάσεως τῶν πλανωμένων λεγόμενοι οὐκ ἐν συμφώνοις λόγοις, ῥᾴδιον γνῶναι, πῶς ἔχουσι πρὸς ἀλλήλους καὶ ἐν τίσι λόγοις εἰσὶ κατανοήσαντας· μὴ εἶναι δὲ ἐν ἁρμονίᾳ ταῦτα τοῦ καθ’ ἁρμονίαν συνεστῶτος κόσμου ὄντα μέρη ἀδύνατον. τοῦ μὲν δὴ πρώτου ἀριθμοῦ ὃν ἀφέστηκεν ἡ σελήνη τῆς γῆς ὄντος μυρι ݲ μονάδων ݲ ὁ δεύτερος ἀριθμὸς ὃν ἀφέστηκεν ἥλιος τῆς σελήνης ὢν μυρι ݲ μονα βξε ἐν λόγῳ ἐστὶ πλείονι ἢ ἐννεαπλασίῳ. πρὸς δὲ τοῦτον ὁ ἀνωτέρω ἀριθμὸς ὢν μυρι ݲ μονα ݲ, ἐν λόγῳ ἐστὶ <ἐλάττονι ἡμίσει. πρὸς δὲ τοῦτον ὁ ἀνωτέρω ἀριθμὸς ὢν μυριάδων ݲ μονάδων, ζρξε ἐν λόγῳ ἐστὶ> πλείονι ἢ διπλασίῳ. πρὸς δὲ τοῦτον ἀνωτέρω ἀριθμὸς ὢν μυρι δνδ, μονάδων ݲ ἐν λόγῳ ἔσται ἐλάττονι ἢ ἐπιτετάρτῳ, πρὸς δὲ τοῦτον ὁ ἀνωτέρω ἀριθμὸς ὢν μυρι ݲ μονάδων ݲ ἐν λόγῳ ἐστὶ πλείονι ἢ ἡμίσει. πρὸς δὲ τοῦτον ὁ ἀνωτάτω ἀριθμὸς ὢν μυρι ݲ μονα Με ἐν λόγῳ ἐστὶ ἐλάττονι ἢ διπλασίω.