Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 10
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 10.5
Not analysed yet
ἃ μὲν γάρ, φησίν, ἐστὶν ἄνωθεν κατενηνεγμένα, ἀνελεύσεται δι᾿ αὐτοῦ, τὰ δὲ οἷον τινὰ πηγὴν εἶναι μεγάλην εἰς ἄπειρα διαιρεθῆναι τῷ λόγῳ δυνάμενον (δυναμένην̣). τὴν δὲ πρώτην τομὴν τριάδα προσαγορεύουσι καὶ καλοῦσιν αὐτὴν ἀγαθὸν τέλειον, μέγεθος πατρικόν. τὸ δὲ δεύτερον δυνάμεων ἀπείρων τὸ πλῆθος. τὸ δὲ τρίτον καλοῦσιν ἰδικόν. καὶ τὸ μὲν πρῶτον ἀγέννητον λέγουσι καὶ ὀνομάζουσι τρεῖς θεούς, τρεῖς λόγους, τρεῖς νοῦς, τρεῖς ἀνθρώπους. ἄνωθεν δὲ ἀπὸ τῆς ἀγεννησίας καὶ τῆς πρώτης τοῦ κόσμου διαιρέσεως παρ’ αὐτὴν τὴν τοῦ κόσμου συντέλειαν ἐν τοῖς Ἡρώδου χρόνοις κατεληλυθέναι τριφυῆ τινα ἄνθρωπον καὶ τρίσωμον καὶ τριδύναμον καλούμενον Χριστὸν καὶ διελθεῖν τόν τε ἀγέννητον κόσμον ἐπιβουλεύσαντα τοῖς κατενηνεγμένοις ἀφίεται εἰκῆ καὶ κολασθέντα ἀποπέμπεται. δύο δὲ εἶναι μέρη τὰ σῳζόμενα λέγει, τὰ ὑπερκείμενα, ἀπαλλαγέντα τῆς φθορᾶς, τὸ δὲ τρίτον ἀπόλλυσθαι, ὃν κόσμον ἰδικὸν καλεῖ. ταῦτα καὶ οἱ Περάται.