Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 11
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 11.1-8
Not analysed yet
Τοῖς δὲ Σηθιανοῖς δοκεῖ, ὅτι τῶν ὅλων εἰσὶ τρεῖς ἀρχαὶ περιωρισμέναι. ἑκάστη δὲ τῶν ἀρχῶν πέφυκε [δύνασθαι] γενέσθαι, ὡς ἐν ἀνθρωπίνῃ ψυχῇ πᾶσα ἡτισοῦν διδασκομένη τέχνη, οἶον εἰ γένοιτο παιδίον αὐλητῇ †γενέσθαι αὐλεῖν, ἢ γεωμέτρῃ γεωμετρεῖν, ἤ τινι τέχνῃ ὁμοίως.