Ancient Greek · ~2 min
11.1 to 11.2
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 11.1-2-2
Not analysed yet
Οὑτοι δὴ οἱ λόγοι ὅ τε πλείων ἢ <ἐννεαπλάσιος καὶ> ἐλάττων 1 ἢ ἥμισυς καὶ πλείων ἢ διπλάσιος καὶ ἐλάττων ἢ ἐπιτέταρτος καὶ πλείων ἢ ἥμισυς καὶ ἐλάττων ἢ διπλάσιος ἔξω πασῶν εἰσι συμφωνιῶν, ἐξ ὧν οὐκ <ἂν> ἐναρμόνιόν τι καὶ σύμφωνον σύστημα ὁ δ᾿ ἅπας κόσμος καὶ τὰ τούτου μέρη κατὰ πάντα ὁμοίως ἐναρμονίως καὶ συμφώνως σύγκειται. οἱ δὲ ἐναρμόνιοι καὶ σύμφωνοι λόγοι σῴζονται καθάπερ προειρήκαμεν, τοῖς διπλασίοις καὶ τριπλασίοις διαστήμασιν. εἰ δὴ πιστὸν τὸν Ἀρχκιμήδην ἡγησόμεθα ἐν μόνῳ τῷ πρώτῳ ἀποστήματι τῷ ἀπὸ σελήνης μέχρι γῆς,