Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 11
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 11.9
Not analysed yet
†τοῦτον δὲ εἶναι πνεῦμα ἀνέμου λέγουσι τέλειον θεόν <ὃν> ἐκ [τῆς] τῶν ὑδάτων καὶ τῆς εὐωδίας καὶ φωτὸς λαμπηδόνος γεγονέναι, καὶ εἶναι γέννημα θηλείας, νοῦν· τὸν ἄνωθεν σπινθῆρα κάτω ἀναμεμιγμένον σὺν τοῖς περισυγκρίτοις σώματος σπεύδειν [καὶ φεύγειν] ἐκφυγόντα πορεύεσθαι καὶ τὴν λύσιν οὐχ εὑρίσκειν διὰ τὴν ἐν τοῖς ὕδασι δέσιν. διὸ ἐβόα ἐκ τῆς τῶν ὑδάτων μίξεως κατὰ τὸν ψαλμῳδόν, ὡς λέγουσι.