Ancient Greek · ~2 min
11.10 to 11.11
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 11.10-11
Not analysed yet
πᾶσα οὖν ἡ φροντὶς τοῦ ἄνω φωτός ἐστιν, ὅπως ῥύσηται τὸν κάτω σπινθῆρα ἀπὸ τοῦ κάτω πατρός, ἀνέμου ἐπεγείροντος βρασμὸν καὶ τάραχον καὶ ἑαυτῷ νοῦν 〈υἱὸν〉 ποιήσαντος οὐκ ὄντα αὐτοῦ, φάσκουσιν, <ἴδιον· ὃν> ἰδόντα τὸν τέλειον λόγον τοῦ ἄνωθεν φωτὸς αὑτὸν ἀπομορφώσαντα εἴδει ὄφεως κεχωρηκέναι ἐν μήτρᾳ, ἵνα τὸν νοῦν ἐκεῖνον, τὸν ἐκ τοῦ φωτὸς σπινθῆρα, ἀναλαβεῖν δυνηθῇ. καὶ τοῦτο εἶναι τὸ εἰρημένον· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. «καὶ ταύτην εἶναι τὴν <δουλικὴν> μορφὴν οἱ κακοδαίμονες θέλουσι καὶ πολυπή(μον)ες Σηθιανοί. ταῦτα μὲν οὐν καὶ οὐτοι λέγουσιν.