Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 12
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 12.1-6
Not analysed yet
Ὁ δὲ πάνσοφος Σίμων οὕτως λέγει· ἀπέραντον εἶναι δύναμιν, ταύτην ῥίζωμα τῶν ὅλων εἶναι. ἔστι δέ, φησίν, ἡ ἀπέραντος δύναμις, τὸ πῦρ, κατ᾿ αὐτὸν ἁπλοῦν, ἁπλοῦν, καθάπερ οἱ πολλοὶ ἁπλᾶ λέγοντες εἶναι τὰ [δὲ] τέσσαρα στοιχεῖα καὶ τὸ πῦρ ἁπλοῦν εἶναι νενομίκασιν, ἀλλ᾿ εἶναι τοῦ πυρὸς τὴν φύσιν διπλῆν, καὶ τῆς διπλῆς ταύτης καλεῖ τὸ μέν τι κρυπτόν, τὸ δὲ φανερόν· κεκρύφθαι δὲ τὰ κρυπτὰ ἐν τοῖς φανεροῖς τοῦ πυρός, καὶ τὰ φανερὰ τοῦ πυρὸς ὑπὸ τῶν κρυπτῶν γεγονέναι.