Ancient Greek · ~5 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >, Chapter 13
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 13
Not analysed yet
Δημόκριτος δὲ Λευκίππου γίνεται γνὠροιμος. Δημόκριτος Δαμασίππου, Ἀβδηρίτης, πολλοῖς συμβαλὼν γυμνοσοφισταῖς ἐν Ἰνδοῖς καὶ ιερεῦσιν ἐν Αἰγύπτῳ καὶ ἀστρολόγοις καὶ ἐν Βαβυλῶνι μάγοις. λέγει δὲ ὁμοίως Λευκίππῳ περὶ στοιχείων, πλήρους καὶ κενοῦ, τὸ μὲν πλῆρες λέγων ὄν, τὸ δὲ κενὸν οὐκ ὄν· ἔλεγε δὲ ὡς ἀεὶ κινου- μένων τῶν ὄντων ἐν τῷ κενῷ· ἀπείρους δὲ εἶναι κόσμους καὶ μεγἐτί θει διαφέροντας, ἐν τισὶ δὲ μὴ εἶναι ἤλιον μηδὲ σελήνην, ἐν τισὶ δὲ μείζω τῶν παρ' ἡμῖν καὶ ἐν τισὶ πλείω. εἶναι δὲ τῶν κόσμων ἄνισα τὰ διαστήματα, καὶ τῇ μὲν πλείους, τῇ δὲ ἐλάττους, καὶ τοὺς μὲν αὔξεσθαι, τοὺς δὲ ἀκμάξειν, τοὺς δὲ φθίνειν, καὶ τῇ μὲν γίνεσθαι, τῇ δ’ ἐ<κ>λέπειν. λείπειν. φθείρεσθαι δὲ αὐτοὺς ὑπ' ἀλλήλων εἶναι δὲ ἐνίους κόσμους ἐρήμους ζᾠων καὶ φυτῶν καὶ παντὸς ὑγροῦ. τοῦ δὲ παρ' ἡμῖν κόσμου πρότερον τὴν γῆν τῶν ἄστρων γενέσθαι, εἶναι δὲ τὴν μὲν σελήνην κάτω, ἔπειτα τὸν ἥλιον, εἶτα τοὺς ἀπλανεῖς ἀστέρας. τοὺς δὲ πλανήτας οὐδ' αὐτοὺς ἔχειν ἴσον ὕφος. ἀκμάξειν δὲ κόσμον, ἒως ἂν μηκέτι δύνηται ἔξωθέν τι προσλαμβάνειν. οὑτος ἐγέλα πάντα, ὡς γέλωτος ἀφίων πάντων τῶν ἐν ἀνθρώποιο.