Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 13
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 13-2
Not analysed yet
Τούτοις ἐν μέρει ἐπισχόντες τινὲς ὡς μεγάλα κρίναντες καὶ λόγου ἄξια νομίσαντες αἱρέσεις ἀμέτρους καὶ ἀπείρους συνεστήσαντο. ὧν εἷς μὲν Κολάρβασος, ὃς διὰ μέτρων καὶ ἀριθμῶν ἐκτίθεσθαι ἐπιχειρεῖ· καὶ ἕτεροι δὲ ὁμοίως οὓς ἐπιδείξομεν, ἐπὰν τὰ περὶ αὐτῶν ἀρξώμεθα λέγειν, οἳ Πυθαγορείῳ ψήφῳ ὡς δυνατῇ προσέχουσι καὶ τὴν ἀσφαλῆ φιλοσοφίαν δι᾿ ἀριθμῶν καὶ στοιχείων σχεδιάζουσι μαντευόμενοι μάταια· ὧν ὁμοίους λόγους ἐρανισάμενοί τινες ἀποπλανῶσιν ἰδιώτας, προγνωστικοὺς ἐαυτοὺς φάσκοντες, ἔσθ᾿ ὅτε διὰ τοῦ πολλὰ μαντεύεσθαι ἓν ἐπιτυγχάνοντες καὶ ἐπὶ μὲν τοῖς πολλοῖς ἀποτεύγμασι μὴ αἰδούμενοι, ἐπὶ δὲ τῷ ἑνὶ ἐγκομπάζοντες. οὐδὲ τούτων τὴν ἄσοφον σοφίαν παραπέμψομαι, ἀλλ’ ἐκθέμενος τοὺς ἐκ τούτων ἐπιχειροῦντας θεοσέβειαν συνιστᾶν ἐλέγξω ῥίζης ἀσυστάτου #x003E; καινουργίας ἀνάπλεω ὄντας μαθητάς.