Ancient Greek
BIBAION Ε΄, Chapter 13
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 13.1
Not analysed yet
Μάθωμεν οὐν πρῶτον, πῶς ταύτην τὴν διδαχὴν παρὰ τῶν ἀστρολόγων εἰληφότες ἐπηρεάζουσι Χριστόν, ἐργαζόμενοι φθορὰν τοῖς ἑπομένοις αὐτοῖς ἐν τῇ τοιαύτῃ πλάνῃ. οἱ γὰρ ἀστρολόγοι ἕνα τὸν κόσμον εἰρηκότες διαιροῦσιν αὐτὸν εἰς τά ἀπλανῆ τῶν ζῳδίων μέρη δώδεκα, καὶ καλοῦσι τὸν κόσμον τῶν ζῳδίων τῶν ἀπλανῶν ἴνα κόσμον ἀπλανῆ· ἕτερον δὲ εἶναι τὸν τῶν πλανωμένων καὶ δυνά- μει καὶ θέσει καὶ ἀριθμῶ κόσμον λέγουσιν, ὅς ἐστι μέχρι σελήνης.