Ancient Greek
BIBAION Ε΄, Chapter 12
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 12.6
Not analysed yet
τίς δέ ἐστιν ὁ τρόπος τῆς καταβάσεως αὐτῶν, ὕστερον ἐροῦμεν. κατεληλυθέναι οὖν φησι τὸν Χριστὸν ἄνωθεν ἀπὸ τῆς ἀγεννησίας, ἵνα διὰ τῆς καταβάσεως αὐτοῦ πάντα σωθῇ τὰ τριχῇ διῃρημένα. τὰ μὲν γάρ, φησίν, ἄνωθεν κατενηνεγμένα κάτω ἀνελεύσεται δι᾿ αὐτοῦ· τὰ δὲ ἐπιβουλεύσαντα τοῖς κατενηνεγμένοις ἄνωθεν ἀφίεται καὶ κολάσθέντα ἀπολέγεται. τοῦτό ἐστι. φησί, τὸ εἰρημένον· »οὐ γὰρ ἠλθεν ὁ υἱὸς τοῦ ἀνθρώπους εἰς τὸν κόσμον, ἀπολέσαι τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ‘. κόσμον, φησί, καλεῖ τὰς δύο μοίρας τὰς ὑπερκειμένας, τήν τε ἀγέννητον καὶ τὴν αὐτογέννητον. ὅταν δὲ λέγῃ, φησίν, »ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν‘ ἡ γραφή, τὴν τρίτην μοῖραν λέγει τοῦ κόσμου τοῦ ἰδικοῦ. τὴν μὲν γὰρ τρίτην δεῖ φθαρῆναι, ἣν καλεῖ κόσμον, τὰς δὲ δύο τῆς φθορᾶς ἀπαλλαγῆναι τὰς ὑπερκειμένας.