Ancient Greek · ~6 min
14.1 to 14.5
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 14.1-6-5
Not analysed yet
γέγονεν οὖν κόσμος, ὥς φησι Μωϋσῆς, ἐν ἕξ ἡμέραις, τουτέστιν ἐν ἓν δυνάμεσι ταῖς ἐν τῇ μιᾷ κεραίᾳ τοῦ ἰῶτα· ἑβδόμη κατὰπαυσις καὶ σάββατον ἀπὸ τῆς ἑβδομάδος γέγονε τῆς ἐκεῖ ***γῆς καὶ ὔδατος καὶ πυρὸς καὶ ἀέρος, ἐξ ὧν ὁ κόσμος ἀπὸ τῆς κεραίας γέγονε τῆς μιᾶς. οἴ τε γὰρ κύβοι καὶ τά ἀκτάεδρα καὶ <αἱ> πυραμίδες καὶ πάντα τά τούτοις παραπλήσια σχήματα, ἐξ ὧν συνέστηκε πῦρ, ἀήρ, ὕδωρ, γῆ, τῶν τῶν ἀριθμῶν γεγόνασι τῶν κατειλημμένων ἐν ἐκείνῃ τῇ ἁπλῇ τοῦ ἰῶτα κεραίᾳ, ἥτις ἐστὶν υἱὸς ἀνθρώπου τελείου τέλειος. ὅταν οὖν, φησίν, ῥάβδον λέγῃ Μωϋσῆς στρεφομένην ποι- κίλως εἰς τὰ πάθη τὰ κατὰ τὴν Αἴγυπτον, ἄτινα, φησίν, ἐστὶ τῆς κτίσεως ἀλληγορού<μενα> σύμβολα, οὐκ εἰς πλείονα πάθη τῶν δέκα σχηματίζει τὴν ῥάβδοι, ἥτις ἐστὶν ἡ μία κεραία. διπλῆ, ποικίλη αὕτη, φησίν, ἐστὶν ἡ δεκάπληγος, ἡ κοσμικὴ κτίσις. πάντα γὰρ . πλησσόμενα γεννᾶται καὶ καρποφορεῖ, καθάπερ αἰ ἄμπελοι. »ἄνθρωπος ἐξ ἀνθρώπου ἐξέσσυται«, φησίν, »καὶ ἀποσπᾶται πληγῇ τινι μεριζόμενος«, ἵνα γένηται. κἂν εἴπῃς νόμον, ὃν ἔθηκε Μωϋσῆς παρὰ θεοῦ λαβών, κατὰ τὴν κεραίαν ἐκείνην ὁ νόμος ἐστὶ τὴν μίαν, ἡ δεκάλογος ἀλληγοροῦσα τὰ θεῖα τῶν λόγων μυστήρια. πᾶσα γὰρ, φησίν, ἡ γνῶσις τῶν ὄλωνν δεκάπληγός ἐστι καὶ δεκάλογος, ἣν οἶδεν οὐδεὶς τῶν περὶ τὸ γέννημα τῆς θηλείας πεπλανημένων. κἂν εἵπῃς πεντάτευχον ὄλον τὸν νόμον, ἔστιν ἀπὸ τῆς πεντάδος τῆς ἐν τῇ μιᾷ κατειλημμένης κεραίᾳ.