Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter 14
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 14.6-4
Not analysed yet
τὸ δὲ ὅλον ἐστί, φησί, τοῖς μὴ πεπηρωμένοις παντελῶς τὴν διάνοιαν μυστήριον, καινὴ καὶ μὴ παλαιουμένη ἑορτή, νόμιμος, αἰώνιος εἰς τὰς γενεὰς ἡμῶν, κυρίου τοῦ θεοῦ πάσχα, διατηρούμενον τοῖς δυναμένοις βλέπειν ἐναρχομένης τῆς δεκάτης, ἤτις ἐστὶν ἀρχὴ δεκάδος, ἀφ’ ἧς, φησίν, ἀριθμοῦσιν. ἡ γὰρ μονὰς ἕως τῆς τεσσαρεσκαιδεκάτης ἐστὶ τὸ κεφάλαιον τῆς μιᾶς <κεραίας>, τελείου ἀριθμοῦ. τό τε γὰρ ἔν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ὅπερ ἐστὶν ἡ μία κεραία.