Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 14
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 14.13
Not analysed yet
ὁμοίως Σαρπηδὼν ψηφισθεὶς ποιεῖ μονάδας κατὰ τὸν ἐννεαδικὸν δύο πυθμένα, Πάτροκλος δὲ ποιεῖ μονάδας θ νικᾷ Πάτροκλος. ὅταν γὰρ ᾖ ὁ μὲν εἷς περισσός, ὁ δὲ ἔτερος ἄρτιος, ὁ περισσὸς νικᾷ, ἐὰν μείζων ᾖ. πάλιν δὲ ἐὰν ᾖ ὀκτὼ ἄρτιος καὶ πέντε περισσός, ὁ ὀκτὼ νικᾷ, μείζων γάρ ἐστιν. εἰ δὲ ἦσαν ἀριθμοὶ δύο οἷον ἀμφότεροι ἄρτιοι ἢ ἀμφότεροι περισσοί, ὁ ἐλάσσων νικᾷ. πῶς δὲ ὁ Σαρπηδὼν κατὰ τὸν ἐννεαδικὸν ποιεῖ μονάδας δύο;