Ancient Greek · ~3 min
14.14 to 14.16
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 14.14-16
Not analysed yet
παραλείπεται γὰρ τὸ ݲ στοιχεῖον· ὅταν γὰρ ᾐ ἐν ὀνόματι στοιχεῖον ݲ καὶ 7 ݲ παραλιμπάνουσι τὸ ݲ ἐνὶ στοιχείῳ χρώμενοι· ἰσοδυναμεῖν γὰρ λέγουσι τὰ ἀμφότερα, δὶς δὲ τὸ αὐτὸ οὐ ψηφίζεται, ὡς ἄνωθεν εἴρηται. πάλιν Αἴας ποιεῖ μονάδας τέσσαρας, Ἕκτωρ κατὰ τὸν ἐννεαδικὸν ποιεῖ μονάδα μίαν. καὶ ἔστιν ἡ μὲν τετρὰς ἄρτιος, ἡ μονὰς δὲ περισσή, ἐπὶ δὲ τῶν τοιούτων τὸν μείζονα ἐλέγομεν νικᾶν, νικᾷ ὁ Αἴας. πάλιν Ἀλέξανδρος καὶ Μενέλαος. Ἀλέξανδρος κύριον ἔχει ὄνομα <Πάρις>. Πάρις δὲ ποιεῖ μονάδας κατὰ τὸν ἐννεαδικὸν δ Μενέλαος δὲ κατὰ τὸν ἐννεαδικὸν μονάδας θ, νικῶσι δὲ αἱ ἐννέα τὰς τέσσαρας· εἴρηται γάρ, ὁπόταν ὁ μὲν περισσὸς ᾖ, ὁ δὲ ἄρτιος, ὁ μείζων νικᾷ, ὅταν δὲ ἀμφότεροι ἄρτιοι ἢ ἀμφότεροι περισσοί, ὁ ἐλάσσων.