Ancient Greek
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter 14
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 14.8-2
Not analysed yet
χαίρει γὰρ ὁ θεὸς τῆς κτίσεως τῇ μεταβολῇ, ἥτις ὑπὸ τῶν δέκα πληγῶν τῆς κεραίας ἐνεργεῖται τῆς μιᾶς. ἥτις ἐστὶ Μωσέως ῥάβδος ὑπὸ τοῦ θεοῦ δεδομένη, ᾑ †τῆς Αἰγυπτίοις πλήσσειν μεταβάλλειν τὰ σώματα, καθάπερ τὴν χεῖρα Μωσέως, τὸ ὕδωρ εἰς αἷμα καὶ τὰ λοιπὰ τούτοις παραπλησίως, <ὡς> ἀδρίδας, ὅπερ ἐστὶ τῶν στοιχείων εἰς σάρκα μεταβολὴν λέγει· »πᾶσα γὰρ σὰρξ χόρτος«, φησίν.