Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter 14
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 14.7-3
Not analysed yet
ἀπὸ δὲ τῆς τεσσαρεσκαιδεκάτης, φησίν, ἔως μιᾶς καὶ εἰκάδος ἑβδομάδα λέγει ὑπάρχουσαν ἐν τῇ μιᾷ κεραίᾳ τοῦ κόσμου τὴν κτίσιν ἄζυμον ἐν τούτοις ἅπασιν. τί γὰρ δεηθείη, φησίν, ἡ μία κεραία οὐσίας τινὸς οἱονεὶ ζύμης ἔξωθεν εἰς τὸ πάσχα τοῦ κυρίου, τὴν αἰώνιον ἑορτήν, ἥτις ἐστὶν εἰς τὰς γενεὰς δεδομένη; ὅλος γὰρ ὁ κόσμος καὶ πάντα <τὰ> τῆς κτίσεως αἴτια πάσχα ἑορτὴ κυρίου.