Ancient Greek · ~3 min
15.1 to 15.3
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 15.1-3-3
Not analysed yet
Καταφανὴς σύμπασιν εὐκόλως γεγένηται ἡ τῶν Περατῶν αἵρεσις ἀπὸ τῆς τῶν ἀστρολόγων μεθηρμοσμένη τοῖς ὀνόμασι μόνοις· τὸν δὲ αὐτὸν τρόπον περιέχει καὶ τὰ ἕτερα αὐτῶν βιβλία, εἴ τινι φίλον εἴη διὰ πάντων ἐλθεῖν. πάντων γάρ, ὡς ἔφην, τῶν γεννητῶν τῆς γενέσεως αἴτια νομίζουσιν εἶναι τὰ ἀγέννητα καὶ τὰ ὑπερκείμενα, καὶ γεγονέναι κατὰ ἀπόρροιαν τὸν κόσμον τὸν καθ’ ἡμᾶς, ὃν ἰδικὸν ἐκεῖνοι καλοῦσι, καὶ τούτους πάντας ὁμοῦ τοὺς ἀστέρας τοὺς θεωρουμένους έν τῷ οὐρανῷ τῆς γενέσεως αἰτίους γεγονέναι τοῦδε τοῦ κόσμου, ἐναλλάξαντες αὐτῶν τὸ ὄνομα, ὡς ἀπὸ τῶν προαστείων ἔστι συγκρίναντας εὑρεῖν· δεύτερον δὲ δὴ κατὰ τὸν αὐτὸν τρόπον, ὡς γέγονεν ὁ κόσμος κόσμος τῆς ἀπορροίας τῆς ἄνω, οὕτως τὰ ἐνθάδεἀπὸ τῆς ἀπορροίας τῶν ἀστέρεων γένεσιν ἔχειν καὶ φθορὰν λέγουσι καὶ διοικεῖσθαι.