Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 15
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 15.4
Not analysed yet
ἐπεὶ γοῦν οἱ ἀστρολόγοι ἴσασιν ὡροσκόπον καὶ μεσουράνημα καὶ δύσιν καὶ ἀντιμεσουράνημα καὶ τούτων τῶν ἄστρων ἄλλοτε ἄλλως κινουμένων διὰ τὴν στροφὴν ἀεὶ τοῦ παντὸς ἄλλοτε ἄλλα ἀποκλίματα εἶναι κατὰ κέντρον καὶ κέντροις ἐπαναφοράς, ἀλληγοροῦντες τὴν διαταγὴν τῶν ἀστρολόγων τὸ μὲν κέντρον οἱονεὶ θεὸν καὶ μονάδα καὶ κύριον τῆς πάσης γενέσεως ὑποτυποῦσι, τὸ δὲ ἀπό- κλιμα ἀριστερόν, τὴν δ᾿ ἐπαναφορὰν δεξιόν.