Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 15
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 15.5
Not analysed yet
οὑτοι, φησί, μεθέξουσι φύσεως τοιαύτης· προνοητικοί, ποικίλοι, δειλοί, φρόνιμοι, προσχαριώδεις, ἥσυχοι, περίεργοι, βουλαῖς ἀποκρύφοις, παντὶ Πράγματι κατηρτισμένοι, πλεῖον φρονήσει ἢ ἴσχύι κρατοῦντες τὸ παρόν, καταγελασταί, γεγραμματισμένοι, πιστοί. φιλόνεικοι, ἐν μάχῃ ἐρεθισταί, ἐπιθυμηταί, παιδεραστίᾳ νοσοῦντες, ἀπεστραμμένοι ἀπὸ τῶν ἰδίων οἴκων, ἀπαρέσκονται ἄπαντα, κατήγοροι, ἐν οἴνῳ μανιώδεις, ἐξουθενηταί, κατ᾿ ἔθος τι ἀποβάλλοντες, εἰς φιλίαν εὔχρηστοι διὰ τὴν ἀγαθωσύνην· πλειστάκις ἐν ἀλλοτρίᾳ γῇ ἀποθνῄσκουσιν.