Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 16
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 16
Not analysed yet
Οἱ δὲ έν Ταύρῳ τύπῳ ἔσονται τῷδε· κεφαλῇ στρογγύλῃ, τριχὶ παχείᾳ. μετώπῳ πλατεῖ *τετραγώνοις ὀφθαλμοῖς καὶ ὀφρύσι μεγάλαις, μέλασιν, ἐν τῷ λευκῷ φλέβες λεπταί, αἱματώδεις, βλεφάροις μακροῖς παχέσιν ὠτίοις μεγάλοις, στόμασι στρογγύλοις, ῥώθωνι παχεῖ, μυκτῆρσι στρογγύλοις, χείλεσι παχέσι. τοῖς ὑπεράνω μέρεσιν ἰσχύουσιν, ὀρθὸς γεγενημένος ἀπὸ σκελῶν. οἱ αὐτοὶ δὲ φύσεως· ἀρέσκοντες, νοοῦντες, εὐφυεῖς, εὐσεβεῖς, δίκαιοι, ἄγροικοι, προσχαρεῖς, κοπιαταὶ ἀπὸ ἐτῶν ݲ ἐρεθισταί, νωθροί· τούτων ὁ στόμαχος μικρός ἐστι, πληροῦνται τάχα, πολλὰ βουλευόμενοι, φρόνιμοι, φειδωλοὶ εἰς ἐαυτούς, εἰς ἄλλους δαψιλεῖς, ἀγαθοποιοί, σώματι βραδεῖ· ἐν μέρει εἰσὶ λυπηροί, ἀμελεῖς, εἰς φιλίαν ὠφέλιμοι διὰ τὸν νοῦν, κακοπαθεῖς.