Ancient Greek
BIBAION Ε΄, Chapter 16
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 16.5
Not analysed yet
πάντες δὲ οἱ ἀγνοοῦντες, φησίν, εἰσὶν Αἰγύπτιοι. καὶ τοῦτό ἐστι, λέγουσι, τὸ ἐξελθεῖν ἐξ Αἰγύπτου, ἐκ τοῦ σώματος —Αἴγυπτον γὰρ εἶναι μικρὰν τὸ σῶμα νομίζουσι —καὶ περᾶσαι τὴν θάλασσαν τὴν Ἐρυθρὰν τουτέστι τῆς φθορᾶς τὸ ὕδωρ, Ὅ ἐστιν ὁ Κρόνος, καὶ γενέσθαι πέραν τῆς Ἐρυθρᾶς θαλάσσης τουτέστι τῆς γενέσεως, καὶ ἐλθεῖν εἰς τὴν ἔρημον, τοῦτ’ ἐ̓στιν ἔξω γενέσεως γενέσθαι, ὅπου εἰσὶν ὁμοῦ πάντες οἱ θεοὶ τῆς ἀπωλείας καὶ ὁ θεὸς τῆς σωτηρίας.