Ancient Greek
16.6 to 16.7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 16.6-7
Not analysed yet
εἰσὶ δέ, φησίν, οἱ θεοὶ τῆς ἀπωλείας οἱ ἀστέρες οἱ τῆς μεταβλητῆς γενέσεως ἐπιφέροντες τοῖς γινομένοις τὴν ἀνάγκην. τούτους, φησίν, ἐκάλεσε Μωυσῆς ὄφεις τῆς ἐρήμου δάκνοντας καὶ διαφθείροντας τοὺς πεπερακέναι νομίζοντας τὴν Ἐρυθρὰν θάλασσαν. θάλασσαν. οὗν, φησίν, ἐν τῇ ἐρήμῳ τοῖς υἱοῖς Ἰσραὴλ ἐπέδειξε Μωϋσῆς τὸν ἀληθινὸν ὄφιν τὸν τέλειον, εἰς ὃν οἱ πιστεύοντες οὐκ ἐδάκνοντο ἐν τῇ ἐρήμῳ, τουτέστιν ὑπὸ τῶν δυνάμεων. οὐδεὶς οὖν, φησίν, ὁ δυνάμενος σῶσαι καὶ ῥύσασθαι τοὺς ἐκπορευομένους ἐκ τῆς Αἰγύπτου, τουτέστιν ἐκ σώματος καὶ ἐκ τοῦδε τοῦ κόσμου, εἰ μὴ μόνος ὁ τέλειος, ὁ πλήρης τῶν πληρῶν ὄφις.