Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 16
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 16.8
Not analysed yet
ἐπὶ τοῦτον, φησίν, ὁ ἐλπίσας ὑπὸ τῶν ὄφεων τῆς ἐρήμου οὐ διαφθείρεται, τουτέστι τῶν θεῶν τῆς γενέσεως γέγραπται, φησίν, ἐν βίβλῳ Μωσέως· οὗτος, φησίν, ὁ ὄφις ἐστὶν ἡ δύναμις ἡ παρακολουθήσασα τῷ Μωσεῖ, ἡ ῥάβδος ἡ στρεφομένη εἰς ὄφιν. ἀνθεστήκεισαν δέ, φησί, τῇ δυνάμει Μωσέως <ἐν> τῶν μάγων οἱ ὄφεις, οἱ θεοὶ τῆς ἀπωλείας· ἀλλὰ πάντας αὐτοὺς ὑπέταξε καὶ διέφθειρεν ἡ ῥάβδος Μωσέως. ὁ καθολικὸς ὄφις, φησίν, οὑτός ἐστιν ὁ σοφὸς τῆς Εὔας λόγος.