Ancient Greek · ~1 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >, Chapter 18
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 18
Not analysed yet
Ὁ μὲν οὐν Σωκράτης γίνεται Ἀρχελάου τοῦ φυσικοῦ ἀκροατής· ὂς τὸ γνῶθι σαυτὸν προτιμήσας καὶ μεγάλην σχολὴν συστήσας ἔσχε πάντων τῶν μαθητῶν ἱκανώτερον τὸν Πλάτωνα, αὐτὸς μὲν μηδὲ συγγράμματα καταλιπών· ὁ δὲ Πλάτων τὴν πᾶσαν αὐτοῦ σοφίαν ἀπομαξάμενος συνέστησε τὸ διδασκαλεῖον μίξας ὁμοῦ φυσικὴν ἠθικὴν διαλεκτικήν. ἄ δὲ ὁ Πλάτων ὁρίζει, ἐστὶ ταῦτα.