Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 18
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 18.1-2
Not analysed yet
Ἐπειδὴ #x003E; ἐστιν ἡ οὐσία τριχῇ <διῃρημένη>, ὡς ἔφην, γένος, εἰδος, ἄτομον, καὶ ἐθέμεθα τὸ γένος εἶναι ζῷον, τὸν δὲ ἄνθρωπον εἶδος τῶν πολλῶν ςῴων ἤδη κεχωρισμένον, ἔτι] συγκεχυμένον δὲ ὅμως ἔτι καὶ μήπω μεμορφωμένον εἰς εἶδος οὐσίας ὑποστατῆς, ὀνόματι μορφώσας τὸν ἀπὸ τοῦ γένους ληφθέντα ἄνθρωπον ὀνομάζω Σωκράτην ἢ Διογένην ἤ τι τῶν πολλῶν ἀνομάτων ἔν, καὶ ἐπειδὰν ὀνόματι καταλάβω τὸν ἄνθρωπον εἶδος γένους εγενημένον, ἄτομον καλῶ τὴν τοιαύτην οὐσίαν.