Ancient Greek
ΒΙΒΛΟΝ Ζ, Chapter 18
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 18.2
Not analysed yet
ἐτμήθη γὰρ τὸ μὲν γένος εἰς εἶδος, τὸ δὲ εἶδος εἰς ἄτομον, τὸ δὲ ἄτομον, ἐπειδὰν γένηται ὀνόματι κατειλημ- μἐνον, οὐχ οἶον τμηθῆναι κατὰ φύσιν εἰς ἄλλο τι, ὡς ἐτέμομεν τῶν προλελεγμένων ἕκαστον. ταύτην Ἀριστοτέλης πρώτως καὶ μάλιστα καὶ κυριώτατα (οὐσίαν καλεῖ) μήτε καθ᾿ ὑποκειμένου τινὸς λεγομένην μήτε ἐν ὑποκειμένω̣ οὖσαν.