Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 18
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 18.3
Not analysed yet
καθ’ ὑποκειμένου λέγει οἱονεὶ τὸ γένος, ὅπερ ἔφην ζῷον κατά πάντων τῶν κατὰ μέρος ὑποκειμένων ζῴων, οἱονεὶ βοός, ἵππου καὶ τῶι· ἐφεξῆς, κοινῷ ὀνόματι λεγόμενον. ἀληθὲς γάρ ἐστιν εἰπεῖν, ὅτι ζῷον ἄνθρωπός ἐστι καὶ ζῷον ἵππος καὶ ςῷόν ἐστι βοῦς καὶ τῶν ἄλλων ἕκαστον· τοῦτ᾿ ἔστι τὸ καθ᾿ ὑποκειμένου, τὸ ἓν ὂν κατὰ πολλῶν καὶ διαφόρων τοῖς εἴδεσι δυνάμενον ὁμοίως λέγεσθαι.