Ancient Greek
ΒΙΒΛΟΝ Ζ, Chapter 18
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 18.6
Not analysed yet
εἰ δὲ οὔτε τὸ ζῷον, ὃ κατὰ πάντων λέγω τῶν καθ᾿ ἕκαστα ζῴων, οὔτε #x003E; συμβεβηκότα, ἃ ἐν πᾶσιν οἷς συμβέβηκεν εὑρίσκεται, δυνατὸν αὐτὰ καθ’ αὑτὰ γενέσθαι, ἐκ τούτων δὲ συμπληροῦται τὰ ἄτομα, <ἐκ> τῶν οὐκ ὄντων καθέστηκεν ἡ τριχῇ διῃρημένη οὐσία οὐκ ἐξ ἄλλων συνεστῶσα. πρώτως ἄρα καὶ κυριώτατα καὶ μάλιστα λεγομένη οὐσία <εἰ> ἐκ τούτων ὑπάρχει, ἐξ οὐκ ὄντων κατὰ τὸν Ἀριστοτέλην.