Ancient Greek · ~4 min
19.1 to 19.3
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.1-4-3
Not analysed yet
Ἀλλὰ περὶ μὲν τῆς οὐσίας ἀρκέσει τὰ λεγόμενα νῦν. οὐ μόνον δὲ ἡ οὐσία καλεῖται τὸ] γένος, εἶδος, ἄτομον, ἀλλὰ καὶ ὕλη καὶ εἶδος καὶ στέρησις. διαφέρει δὲ οὐδὲν ἐν τούτοις μενούσης τῆς τομῆς. τοιαύτης δὲ οὔσης τῆς οὐσίας ἔστιν ἡ τοῦ κόσμου διαταγὴ γεγενημένη κατ᾿ αὐτὸν τοιοῦτόν τινα τρόπον. ὁ κόσμος ἐστὶ κατὰ Ἀριστοτέλην διῃρημένος εἰς μέρη πλείονα καὶ διαφέροντα· καὶ) ἔστι τοῦ κόσμου μέρος τοῦθ᾿ ὅπερ ἐστὶν ἀπὸ τῆς γῆς μέχρι τῆς σελήνης, ἀπρονόητον, ἀκυβέρνητον, ἀρκούμενον μόνῃ τῇ φύσει τῇ ἑαυτοῦ, τὸ δὲ μετὰ τὴν σελήνην ἐν πάσῃ τάξει καὶ προνοίᾳ καὶ κυβερνήσει τεταγμένον μέχρι τῆς ἐπιφανείας τοῦ οὐρανοῦ· ἡ δὲ ἐπιφάνεια, πέμπτη τις οὖσα οὐσία, φυσικῶν ἀπηλλαγμένη στοιχείων πάντων, ἀφ’ ὡς ὁ κόσμος τὴν σύστασιν ἔχει· καὶ ἔστιν αὕτη τις ἡ πέμπτη κατὰ τὸν Ἀριστοτέλην οὐσία οἱονεὶ οὐσία τις ὑπερκόσμιος. καὶ γέγονεν αὐτῷ κατὰ τὴν διαίρεσιν τοῦ κόσμου καὶ ὁ τῆς φιλοσοφίας διῃρημένος λόγος.