Ancient Greek
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 19
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19-2
Not analysed yet
Καταφρονοῦσι δὲ πλούτου καὶ τὸ πρὸς τοὺς δεομένους κοινωνεῖν οὐκ ἀποστρέφονται, ἀλλ’ οὐδὲ τις παρ᾿ αὐτοῖς ὑπὲρ τὸν ἕτερον πλουτεῖ. νόμος γὰρ παρ᾿ αὐτοῖς τὸν προσιόντα τῇ αἱρέσει τὰ ὑπάρχοντα πωλοῦντα τῷ κοινῷ προσφέρειν, ἃ ὑποδεχόμενος #x003E; ἄρχων διανέμει ἅπασι πρὸς τὰ δέοντα. οὕτως οὐδεὶς ἐνδεὴς παρ’ αὐτοῖς. ἐλαίῳ δὲ οὐ χρῶνται, μολυσμὸν ἡγούμενοι τὸ ἀλείφεσθαι. χειροτονοῦνται δὲ οἱ ἐπιμεληταὶ οἱ πάντων <τῶν> κοινῶ(ν πάντες δὲ ἀεὶ λευχειμονοῦσι.