Ancient Greek · ~2 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >, Chapter 19
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.10
Not analysed yet
Καὶ τὴν ψυχὴν οἱ μέν φασιν αὐτὸν ἀγένητον λέγειν καὶ ἄφθαρτον, ὂταν λέγῃ· ψυχὴ πᾶσα ἀθάνατος, τὸ γὰρ ἀεικίνητον ἀιθάντον· «καὶ ὂταν αὐτοκίνητον αὐτὴν ἀποδεικνύῃ καὶ ἀρχὴν κινήσεως· οἱ δὲ γενητὴν μέν, ἄφθαρτον δὲ διὰ τὴν τοῦ θεοῦ βούλησιν· οἱ δὲ σύνθετον καὶ γεγνητὴν καὶ φθαρτήν· καὶ γὰρ κρατῆρα αὐτῆς ὑποτίθεσθαι, καὶ σῶμα αὐτὴν ἔχειν αὐγοειδές, τὸ δὲ γενόμενον πᾶν ἀνάγκην ὲχειν φθαρῆναι.