Ancient Greek
19.11 to 19.15
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.11-15
Not analysed yet
οἱ δὲ ἀθάνατον αὐτὴν εἶναι λέγοντες μάλιστα ἐκείνοις ἰσχυρίζονται, <ἐν> ὅσοις καὶ κρίσεις φησὶν εἶναι μετὰ τελευτὴν ἐν Ἂιδου δικαστήραι, καὶ τὰς μὲν ἀγαθὰς ἀγαθοῦ μισθοῦ τυγχάνειν, τὰς δὲ πονηρὰς ἀκολούθων δικῶν. τινὲς μὲν οὖν φασι καὶ μετενσωμάτωσιν αὐτὸν ὁμολογεῖν καὶ μεταβαίνειν τὰς ψυχὰς ὡρισμένας οὔσας ἄλλας εἰς ἄλλα σώματα κατ' ἀξίαν ἑκάστην καὶ κατά τινας περιόδους ὡρισμένας ἀναπέμπεσθαι εἰς τοῦτον τὸν κόσμον πάλιν πεῖραν παρεξομένας τῆς ἑαυτῶν προαιρέσεως. οἱ δὲ οὔ, ἀλλὰ τόπον λαγχάνειν κατ' ἀξίαν ἑκάστην, καὶ χρῶνται μαρτυρίῳ, ὂτι φησὶ μετὰ Διός τινας εἶναι, ἄλλους δὲ μετὰ ἄλλων θεῶν συμπεριπολοῦντας τῶν ἀγαθῶν ἀνδρῶν, τοὺς δὲ ἐν κολάσεσιν ὑπάρχειν αἰωνίοις, ὅσοι πονηρὰ καὶ ἄδικα παρὰ τοῦτον τὸν βίον εἰσὶν ἐξειργασμένοι. Φασὶ δὲ αὐτὸν τὰ μὲν ἄμεσα λέγειν, τὰ δὲ ἔμμεσα, τὰ δὲ μέσα τῶν πραγμάτων· ἐγρήγορσιν μὲν καὶ ὕπνον ἄμεσα, καὶ ὅσα τοιαῦτα· ἔμμεσα δὲ οἶον ἀγαθὰ καὶ κακά· καὶ μέσα οἶον τοῦ λευκοῦ καὶ μέλανος τὸ φαιὸν ἤ τι ἄλλο χρῶμα. ἀγαθὰ δὲ μόνα κυρίως λέγειν φασὶν αὐτὸν τὰ περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα καὶ τὰ ἐκτὸς οὐκ ἔτι κυρίως ἀγαθά, ἀλλὰ λεγόμενα ἀγαθά, πολλαχοῦ δὲ καὶ μέσα ὠνομακέναι αὐτά·