Ancient Greek · ~4 min
19.12 to 19.14
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.12-14
Not analysed yet
γέγονε δὲ οὐρανοῦ καὶ γῆς τὸ σχῆμα τοιοῦτον οἱονεὶ μήτρᾳ παραπλήσιον κατὰ τὴν πρώτην συνδρομήν· ἐν <δ’> αὖ τῷ μἐσῳ οὐρανοῦ καὶ τῆς γῆς γεγόνασιν ἄπειροι δυνάμεων συνδρομαί. καὶ ἑκάστη συνδρομὴ οὐκ ἄλλο τι εἰργάσατο καὶ ἐξετύπωσεν ἢ σφραγῖδα οὐρανοῦ καὶ γῆς παραπλήσιον μήτρᾳ· ἐν αὐτῇ δὲ ἀνέφυσαν ἐκ τῶν ἀπείρων σφραγίδων διαφόρων ζῴων ἄπειρα πλήθη. εἰς δὲ ταύτην πᾶσαν τὴν ὑπὸ τὸν οὐρανὸν ἐν τοῖς διαφόροις ζῴοις ἀπειρίαν κατέσπαρται καὶ καταμεμέρισται μετὰ τοῦ φωτὸς ἡ τοῦ πνεύματος ἄνωθεν εὐωδία. γέγονεν οὖν ἐκ τοῦ ὕδατος πρωτόγονος ἀρχὴ ἄνεμος σφοδρὸς κοὶ λάβρος καὶ πάσης γενέσεως αἴτιος. βρασμὸν γάρ τινα ἐμποιῶν τοῖς ὕδασιν ἀπὸ τῶν ὑδάτων διεγείρει κύματα· ἡ δὲ τῶν κυμάτων γένεσις, οἱονεί τις οὖσα ὁρμὴ ***ἐγκύμονα γεγονέναι τοῦ ἀνθρώπου ἢ τοῦ νοῦ, ὁπόταν ὑπὸ τῆς τοῦ πνεύματος ὁρμῆς ὀργήσασα ἐπείγηται. ἐπὰν δὲ τοῦτο τὸ ὑπὸ τοῦ ἀνέμου κῦμα ἐκ τοῦ ὕδατος ἐγερθὲν καὶ ἐγκύμονα ἐργασάμενον τὴν φύσιν γέννημα θηλείας εἰλήφῃ ἐν ἑαυτῷ, κατέχει τὸ κατεσπαρμένον φῶς ἄνωθεν μετὰ τῆς τοῦ πνεύματος εὐωδίας,