Ancient Greek
BIBAION Ε΄, Chapter 19
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.15
Not analysed yet
τουτέστι νοῦν μεμορφωμένον ὲν τοῖς διαφόροις εἴδεσι, ὅ ἐστι τέλειος θεός, ἐξ ἀγεννήτου φωτὸς ἄνωθεν καὶ πνεύματος κατενηνεγμένος εἰς ἀνθρωπίνην φύσιν ὥσπερ εἰς ναόν, φορᾷ φύσεως καὶ ἀνέμου κινήματι γεννηθεὶς ἐξ ὕδατος, συγκεκραμένος καὶ καταμεμιγμένος τοῖς σώμασιν, οἱονεὶ ἅλας τῶν γενομένων ὑπάρχων καὶ φῶς τοῦ σκότους, ἀπὸ τῶν σωμάτων σπεύδων λυθῆναι καὶ μὴ δυνάμενος τὴν λύσιν εὑρεῖν καὶ τὴν διέξοδον ἑαυτοῦ·