Ancient Greek · ~1 min
BIBAION Ε΄, Chapter 19
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.21
Not analysed yet
ἀλλ᾿ οὐκ ἔστι, φησίν, ἀρκετὸν τὸ εἰσεληλυθέναι τὸν τέλειον ἄνθρωπον, λόγον, εἰς μήτραν παρθένου καὶ λῦσαι τὰς ὠδῖνας τὰς ἐν ἐκείνῳ τῷ σκότει· ἀλλὰ γὰρ μετὰ τὸ 〈εἰς τὰ〉 ἐν μήτρᾳ μυστήρια μυσερὰ εἰσελθεῖν ἀπελούσατο καὶ ἔπιε τὸ ποτήριον ζῶντος ὔδατος ἁλλομένου, ὃ δεῖ πάντως πιεῖν τὸν μέλ- λοντα ἀποδιδύσκεσθαι τὴν δουλικὴν μορφὴν καὶ ἐπενδύσασθαι ἔνδυμα οὐράνιον.