Ancient Greek · ~3 min
20.1 to 20.2
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 20.1-3-2
Not analysed yet
Ταῦτά ἐστιν ἃ λέγουσιν, ὡς δι᾿ ὀλίγου ἔστιν εἰπεῖν, οἱ προστάται τῶν Σηθιανῶν λόγων. ἔστι δὲ ὁ λόγος αὐτῶν συγκείμενος ἐκ φυσικῶν καὶ πρὸς ἕτερα εἰρημένων ῥημάτων, ἃ εἰς τὸν ἵδιον λόγον μετάγοντες διηγοῦνται, καθάπερ εἴπομεν. λέγουοι δὲ καὶ Μωσέα αὐτῶν συναίρεσθαι τῷ λόγῳ, ἐπὰν εἴπῃ »σκότος καὶ γνόφος καὶ θύελλα« —οὗτοι, φησίν, οἱ τρεῖς λόγοι —· ἢ ὅταν εἴπῃ ἐν παραδείσῳ γεγονέναι τρεῖς, Ἀδὰμ Εὔαν ὄφιν· ἢ ὅτον λέγῃ τρεῖς, Κάϊν Ἄβελ Σήθ, καὶ πάλιν τρεῖς, Σὴμ Χὰμ Ἰάφεθ· ἢ ὅταν λέγῃ τρεῖς πατριάρχας, Ἀβραὰμ Ἰσαὰκ Ἰακώβ· ἢ ὅταν λέγῃ τρεῖς ἡμέρας πρὸ ἡλίου καὶ σελήνης γεγονέναι· ἢ ὅταν λέγῃ τρεῖς νόμους, ἀπαγορευτικὸν ἐφετικὸν διατιμητικόν.