Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 19
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.6
Not analysed yet
κακῶς γὰρ διοικούντων τῶν ἀγγέλων τὸν κόσμον διὰ τὸ φιλαρχεῖν αὐτούς, εἰς ἐπανόρθωσιν ἐληλυθέναι αὑτὸν ὲ́φη μεταμορφούμενον καὶ ἐξομοιούμενον ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις καὶ τοῖς ἀγγέλοις, ὡς καὶ ἄνθρωπον φαίνεσθαι αὐτὸν μὴ ὄντα ἄνθρωπον, καὶ παθεῖν δὲ ἐν τῇ ‘Ιουδαίᾳ [καὶ] δεδοκηκέναι μὴ πεπονθότα, ἀλλὰ θανέντα Ἰουδαίοις μὲν ὡς υἱόν, ἐν δὲ τῇ Σαμαρεᾳ ὡς πατέρα, ἐν τοῖς τοῖς λοιποῖς ἔθνεσιν ὡς πνεῦμα ἄγιον, ὑπομένειν δὲ αὑτὸν καλεῖσθαι οἵῳ ἅν ὀνόματι καλεῖν βούλωνται οἱ ἄνθρωποι.