Ancient Greek · ~2 min
19.7 to 19.8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.7-2-8
Not analysed yet
τοὺς δὲ προφήτας ἀπὸ τῶν κοσμοποιῶν ἀγγέλων έμπνευσθέντας εὶ πηκέναι τὰς προφητείας· διὸ μὴ φροντίζειν αὐτῶν τοὺς εἰς τὸν Σίμωνα καὶ τὴν Ἑλένην πεπιστευκότας ἕως νῦν, πράσσειν τε ὅσα βούλονται ὡς ἐλευΜρους· κατὰ γὰρ τὴν αὐτοῦ χάριν αῴξεσθαι αὐτοὺς φάσκουσι. μηδένα γὰρ εἴτιον σἴτιον δίκης εἰ πράξει τις κακῶς· οὐ γάρ ἐστι φύσει κακὸν ἀλλὰ θέσει. ἔθεντο γάρ, φησίν. οἱ ἄγγελοι οἱ τὸν κόσμον ποιήσαντες ὅσα ἐβούλοντο, διὰ τῶν τοιούτων λόγων δουλοῦν νομίζοντες τοὺς αὐτῶν ἀκούοντας. φθίσειν δὲ αὐθις λέγουσι τὸν κόσμον ἐπὶ λυτρώσει τῶν ἰδίων ἀνθρώπων.