Ancient Greek · ~3 min
2.14 to 2.15
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 2.14-15
Not analysed yet
κυάμους δὲ λέγεται παραγγέλλειν μὴ ἐσθίειν, αἰτίᾳ τοῦ τὸν Ζαράταν εἰρηκέναι κατὰ τὴν ἀρχὴν καὶ σύγκρισιν τῶν πάν- των συνισταμένης τῆς γῆς ἔτι καὶ συνσεσημμένης γενέσθαι τὸν τούτου δὲ τεκμήριόν φησιν, εἴ τις καταμασησάμενος λεῖον τὸν κύαμον καταθείη πρὸς ἤλιον χρόνον τινά —τοῦτον γὰρ ἀντικλήψεσθαι —,προσφέρειν ἀνθρωπίνου γόνου ὀσμήν. σαφέστερον δὲ εἶναι καὶ ἔτερον παράδειγμα λέγει· εἰ ἀνθοῦντος τοῦ κυάμου λαβόντες τὸν κύαμον καὶ τὸ ἄνθος αὐτοῦ καὶ καταθέντες εἰς χύτραν ταύτην τε καταχρίσαντες εἰς γῆν κατορύξαιμεν καὶ μετ’ ὀλιγας ἡμέρας ἀνακαλύψαιμεν, ἴδοιμνεν <ἂν> αὐτὸ εἶδος ἔχον τὸ μὲν πρῶτον αἰσχύνην γυναικός, μετὰ δὲ ταῦτα κατανοούμενον παιδίου κεφαλὴν συμπεφυκυῖαν.